ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς· αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν, δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν· ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει, ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·