<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="361">ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.</l><l n="362"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,</l><l n="363">πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν</l><l n="364">ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο</l><l n="365">νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη</l><l n="366">ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,</l><l n="367">χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.</l><l n="368">ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,</l><l n="369">ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες</l><l n="370">ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου</l><l n="371">νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος</l><l n="372">ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.</l><l n="373"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι</l><l n="374">ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου</l><l n="375">φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="376">αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.</l><l n="377">τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι</l><l n="378">Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·</l><l n="379">αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,</l><l n="380">πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="381">θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.</l><l n="382">καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,</l><l n="383">εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,</l><l n="384">ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.</l><l n="385">τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,</l><l n="386">οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,</l><l n="387">οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.</l><milestone ed="p" n="388" unit="card"/><l n="388">οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων</l><l n="389">Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,</l><l n="390">δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·</l><l n="391">ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,</l><l n="392">ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι</l><l n="393">ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.</l><l n="394">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,</l><l n="395">ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,</l><l n="396">θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε</l></div></div></body></text></TEI>