<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="346">οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι</l><l n="347">Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,</l><l n="348">ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ</l><l n="350">ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.</l><l n="352">ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·</l><l n="353">πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο</l><l n="354">Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·</l><l n="355">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,</l><l n="356">τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε</l><l n="357">Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.</l><l n="358">στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς</l><l n="359">τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν</l><l n="360">ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,</l><l n="361">ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.</l><l n="362"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,</l><l n="363">πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν</l><l n="364">ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο</l></div></div></body></text></TEI>