ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει. ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν, μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς· χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος· τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,