<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="302">Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος</l><l n="303">τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι</l><l n="304">ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς</l><l n="305">μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·</l><q><l n="306">Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν</l><l n="307">Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν</l><l n="308">παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·</l><l n="309">οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι</l><l n="310">βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="311">τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ</l><l n="312">πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.</l><l n="313">ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ</l><l n="314">παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.</l><l n="315">μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·</l><l n="316">μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ</l><l n="317">νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·</l><l n="318">μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.</l><milestone ed="p" n="319" unit="card"/><l n="319">ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς</l><l n="320">ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,</l><l n="321">ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·</l><l n="322">ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,</l><l n="323">αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει</l><l n="324">ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,</l><l n="325">ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.</l><l n="326">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.</l><l n="327">ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης</l><l n="328">ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,</l><l n="329">λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ</l><l n="330">ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς</l><l n="331">ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,</l><l n="332">ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,</l><l n="333">καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.</l><l n="334">τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,</l><l n="335">αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ</l><l n="336">ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l n="337">κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l n="338">ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l n="339">ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l n="340">κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,</l><l n="341">μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·</l><l n="342">χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ</l><l n="343">ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.</l><l n="344">εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,</l><l n="345">οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,</l><l n="346">οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι</l><l n="347">Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,</l><l n="348">ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ</l><l n="350">ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.</l><l n="352">ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·</l><l n="353">πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο</l><l n="354">Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·</l><l n="355">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,</l><l n="356">τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε</l><l n="357">Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.</l></div></div></body></text></TEI>