<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="280">τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο</l><l n="281">ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον</l><l n="282">χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.</l><l n="283">τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι</l><l n="284">χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="285">ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν</l><l n="286">ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.</l><milestone ed="p" n="287" unit="card"/></q><l n="287"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.</l><l n="288">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος</l><l n="289">Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·</l><l n="290">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="291">ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα</l><l n="292">Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.</l><l n="293">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος</l><l n="294">διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους</l><l n="295">Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·</l><l n="296">τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος</l><l n="297">δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,</l><l n="298">ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε</l><l n="299">Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·</l><l n="300">τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.</l><l n="301">Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,</l><l n="302">Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος</l><l n="303">τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι</l><l n="304">ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς</l><l n="305">μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·</l><q><l n="306">Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν</l><l n="307">Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν</l><l n="308">παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·</l><l n="309">οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι</l><l n="310">βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="311">τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ</l><l n="312">πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.</l><l n="313">ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ</l><l n="314">παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.</l><l n="315">μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·</l><l n="316">μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ</l><l n="317">νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·</l><l n="318">μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.</l><milestone ed="p" n="319" unit="card"/><l n="319">ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς</l><l n="320">ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,</l><l n="321">ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·</l><l n="322">ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,</l><l n="323">αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει</l><l n="324">ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,</l><l n="325">ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.</l><l n="326">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.</l><l n="327">ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης</l><l n="328">ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,</l><l n="329">λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ</l><l n="330">ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς</l><l n="331">ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,</l><l n="332">ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,</l><l n="333">καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.</l><l n="334">τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,</l><l n="335">αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ</l><l n="336">ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l n="337">κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l n="338">ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l n="339">ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l n="340">κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,</l><l n="341">μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·</l><l n="342">χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ</l><l n="343">ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.</l><l n="344">εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,</l><l n="345">οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,</l><l n="346">οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι</l><l n="347">Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,</l><l n="348">ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ</l><l n="350">ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.</l><l n="352">ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·</l><l n="353">πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο</l><l n="354">Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·</l><l n="355">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,</l><l n="356">τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε</l><l n="357">Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.</l><l n="358">στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς</l><l n="359">τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν</l><l n="360">ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,</l><l n="361">ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.</l><l n="362"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,</l><l n="363">πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν</l><l n="364">ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο</l><l n="365">νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη</l><l n="366">ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,</l><l n="367">χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.</l><l n="368">ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,</l><l n="369">ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες</l><l n="370">ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου</l><l n="371">νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος</l><l n="372">ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.</l><l n="373"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι</l><l n="374">ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου</l><l n="375">φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="376">αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.</l><l n="377">τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι</l><l n="378">Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·</l><l n="379">αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,</l><l n="380">πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="381">θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.</l><l n="382">καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,</l><l n="383">εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,</l><l n="384">ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.</l><l n="385">τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,</l><l n="386">οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,</l><l n="387">οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.</l><milestone ed="p" n="388" unit="card"/><l n="388">οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων</l><l n="389">Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,</l><l n="390">δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·</l><l n="391">ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,</l><l n="392">ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι</l><l n="393">ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.</l><l n="394">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,</l><l n="395">ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,</l><l n="396">θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε</l></div></div></body></text></TEI>