ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν· αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως· τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,