κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ