<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="230">Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.</l><l n="231">Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς</l><l n="232">κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·</l><l n="233">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·</l><l n="234">τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,</l><l n="235">ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·</l><q><l n="236">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,</l><l n="237">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ</l><l n="238">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="239">ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν</l><l n="240">εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·</l><l n="241">ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν</l><l n="242">ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.</l><l n="243">καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ</l><l n="244">θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.</l><l n="245">τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,</l><l n="246">ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ</l><l n="247">εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο</l><l n="248">δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.</l></q><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.</l><l n="250">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="251">ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·</l><l n="252">κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ</l><l n="253">ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,</l><l n="254">ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·</l><l n="255">τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο</l><l n="256">ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l><l n="257">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="258">αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,</l><l n="259">νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε</l><l n="260">ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,</l><l n="261">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.</l><milestone ed="p" n="262" unit="card"/><l n="262"><milestone ed="P" unit="para"/>ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα</l><l n="263">θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν</l><l n="264">καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον</l><l n="265">τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν</l><l n="266">ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·</l><l n="267">αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα</l><l n="268">καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·</l><l n="269">τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,</l><l n="270">πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.</l><l n="271">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="272">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="273">ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.</l><l n="274">εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ</l><l n="275">ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.</l><l n="276">ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·</l><l n="277">ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς</l><l n="278">πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.</l><l n="279">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·</l><l n="280">τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο</l><l n="281">ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον</l><l n="282">χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.</l><l n="283">τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι</l><l n="284">χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="285">ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν</l><l n="286">ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.</l><milestone ed="p" n="287" unit="card"/></q><l n="287"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.</l><l n="288">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος</l><l n="289">Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·</l><l n="290">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="291">ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα</l><l n="292">Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.</l><l n="293">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος</l></div></div></body></text></TEI>