<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="213">ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.</l><l n="214">αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα</l><l n="215">πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,</l><l n="216">ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.</l><l n="217">παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον</l><l n="218">φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς</l><l n="219">χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="220">οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν</l><l n="221">ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.</l><l n="222">ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων</l><l n="223">νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,</l><l n="224">ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,</l><l n="225">ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.</l><milestone ed="p" n="226" unit="card"/><l n="226"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,</l><l n="227">ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,</l><l n="228">τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.</l><l n="229">οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι</l><l n="230">Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.</l><l n="231">Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς</l></div></div></body></text></TEI>