ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην, ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ. παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων. Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς