στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος· ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο