<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="181">δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="182">τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι</l><l n="183">δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,</l><l n="185">ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="186">ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ</l><l n="187">ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><l n="188">τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων</l><l n="189">οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα</l><l n="190">ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο</l><l n="191">σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.</l><milestone ed="p" n="192" unit="card"/><l n="192"><milestone ed="P" unit="para"/>οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·</l><l n="193">ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="194">στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι</l><l n="195">Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·</l><l n="196">πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν</l><l n="197">ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,</l><l n="198">ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις</l><l n="199">ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.</l><l n="200">οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον</l><l n="201">εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη</l><l n="202">βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι</l><l n="203">πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·</l><l n="204">ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·</l><q><l n="205">οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα</l><l n="206">Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας</l><l n="207">ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.</l><l n="208">ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν</l><l n="209">ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,</l><l n="210">ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται</l><l n="211">Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο</l><l n="213">ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.</l><l n="214">αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα</l><l n="215">πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,</l><l n="216">ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.</l></div></div></body></text></TEI>