Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην, ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,