<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="145">κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν</l><l n="146">σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,</l><l n="147">πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν</l><l n="148">ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.</l><l n="149">ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.</l><l n="150">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν</l><l n="151">Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο</l><l n="153">θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="154">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο</l><l n="155">εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·</l><q><l n="156">Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν</l><l n="157">πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,</l><l n="158">νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="159">ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα</l><l n="160">κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.</l></q><milestone ed="p" n="161" unit="card"/><l n="161"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="162">αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,</l><l n="163">κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,</l><l n="164">ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,</l><l n="165">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.</l><l n="166">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="167">πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων</l><l n="168">δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς</l><l n="169">ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.</l><l n="170">ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας</l><l n="171">πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους</l><l n="172">ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.</l><l n="173">ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,</l><l n="174">καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,</l><l n="175">δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="176">χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·</l><l n="177">ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.</l><l n="178">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="179">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="180">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,</l></q></div></div></body></text></TEI>