<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="12"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.</l><l n="13">οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους</l><l n="14">μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.</l><l n="15">δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν</l><l n="16">δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.</l><l n="17">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="18">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·</l><q><l n="19">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="20">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην</l><l n="21">Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,</l><l n="22">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν</l><l n="23">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l></q><l n="24"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα</l><l n="25">πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας</l><l n="26">ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος</l><l n="27">χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,</l><l n="28">κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο</l><l n="29">μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.</l><l n="30">πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ</l><l n="31">σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·</l><l n="32">πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ</l><l n="33">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·</l><l n="34">πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.</l><milestone ed="p" n="35" unit="card"/><l n="35"><milestone ed="P" unit="para"/>αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα</l><l n="36">εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν</l><l n="37">σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.</l><l n="38">οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,</l><l n="39">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν</l><l n="40">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν</l><l n="41">Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.</l><l n="42">αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·</l><q><l n="43">οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="44">οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι</l><l n="45">πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι</l><l n="46">κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε</l><l n="47">ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.</l><l n="48">ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·</l><l n="49">ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="50">ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς</l></q></div></div></body></text></TEI>