Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν. πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον· ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην, πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς· Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην, ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν. ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο, ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος· ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην, ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ. παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων. Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν· αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως· τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι. εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι· τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν. ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι· τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους, Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι. τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα. μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι· μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο. ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει· ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει. ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν, μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς· χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος· τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν, πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς· αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν, δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν· ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει, ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν· ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι; ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους· στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι· μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους· ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι, αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,