μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν. πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον· ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς