<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="75">αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,</l><l n="76">τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.</l></q><milestone ed="p" n="77" unit="card"/><l n="77"><milestone ed="P" unit="para"/>ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ</l><l n="78">τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.</l><l n="79">μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα</l><l n="80">κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·</l><l n="81">καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="82">Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον</l><l n="83">αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·</l><l n="84">τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα</l><l n="85">τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ</l><l n="86">σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε</l><l n="87">κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,</l><l n="88">οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν</l><l n="89">Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.</l></q><l n="90"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν</l><l n="91">πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,</l><l n="92">ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.</l><l n="93">ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι</l><l n="94">βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,</l><l n="95">σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·</l><l n="96">ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει</l><l n="97">πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·</l><l n="98">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="99">ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,</l><l n="100">Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,</l><l n="101">ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι</l><l n="102">νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.</l><l n="103">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.</l><l n="104">νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,</l><l n="105">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="106">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·</l><q><l n="107">Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.</l></q><l n="108">ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη</l><l n="109">ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,</l><l n="110">ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.</l><milestone ed="p" n="111" unit="card"/><l n="111">εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν</l><l n="112">καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας</l><l n="113">αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω</l><l n="114">καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,</l><l n="115">πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="116">ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,</l><l n="117">δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς</l><l n="118">ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·</l><l n="119">Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι</l><l n="120">μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι</l><l n="121">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·</l><l n="122">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="123">μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει</l><l n="124">οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα</l><l n="125">αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.</l><l n="126">οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης</l><l n="127">τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε</l><l n="128">παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.</l><l n="129">βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·</l><l n="130">εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.</l><milestone ed="p" n="131" unit="card"/></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς</l><l n="132">ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ</l><l n="133">σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον</l><l n="134">δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ</l><l n="135">ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.</l><l n="136">Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="137">αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·</l><l n="138">Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="139">ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν</l><l n="140">ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,</l><l n="141">ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς</l><l n="142">ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·</l><l n="143">ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ</l><l n="144">τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.</l><l n="145">οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα</l><l n="146">τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,</l><l n="147">κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ</l><l n="148">δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.</l><l n="149">ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς</l><l n="150">γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·</l><l n="151">ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,</l><l n="152">ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.</l><l n="153">ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι</l><l n="154">καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα</l><l n="155">πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες</l><l n="156">τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.</l><l n="157">τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·</l><l n="158">πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων</l><l n="159">καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην</l><l n="160">ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,</l><l n="161">ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.</l><l n="162">ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι</l><l n="163">ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον</l><l n="164">ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·</l><l n="165">ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην</l><l n="166">καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·</l><l n="167">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="168">ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος</l><l n="169">ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ</l><l n="170">Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν</l><l n="171">Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε</l><l n="172">ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς</l><l n="173">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.</l><l n="174">ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε</l><l n="175">ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη</l><l n="176">Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.</l></q><milestone ed="p" n="177" unit="card"/><l n="177"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="178">ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·</l><l n="179">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="180">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="181">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="182"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="183">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="184">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·</l><l n="185">ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.</l></q><l n="186"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="187">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="188"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.</l><l n="189">ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται</l><l n="190">ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·</l><l n="191">τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,</l><l n="192">ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·</l><l n="193">ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.</l><l n="194">ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων</l><l n="195">ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,</l><l n="196">εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,</l><l n="197">τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς</l><l n="198">πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.</l><l n="199">ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·</l><l n="200">οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·</l></div></div></body></text></TEI>