αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε. μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται. ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον, ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα. ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός, σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ· ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς. ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν. νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν. ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος. εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ, πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή, δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε· Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω. οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν. βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα· εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ. ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς· Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς. ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει· ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα. οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο, κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν. τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων· πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος· ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο· τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες· ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι· ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς. ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας· τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ· ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα. ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί. ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν· οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·