<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="57">Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς</l><l n="58">Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.</l><l n="59">πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον</l><l n="60">δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ</l><l n="61">αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα</l><l n="62">υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,</l><l n="63">καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα</l><l n="64">βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="65">ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.</l><l n="66">αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν</l><l n="67">ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ</l><l n="68">τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,</l><l n="69">οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,</l><l n="70">οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ</l><l n="71">κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν</l><l n="72">ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ</l><l n="73">κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·</l><l n="74">ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον</l><l n="75">αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,</l><l n="76">τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.</l></q><milestone ed="p" n="77" unit="card"/><l n="77"><milestone ed="P" unit="para"/>ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ</l><l n="78">τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.</l><l n="79">μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα</l><l n="80">κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·</l><l n="81">καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="82">Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον</l><l n="83">αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·</l><l n="84">τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα</l><l n="85">τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ</l><l n="86">σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε</l><l n="87">κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,</l><l n="88">οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν</l><l n="89">Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.</l></q><l n="90"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν</l><l n="91">πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,</l><l n="92">ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.</l><l n="93">ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι</l><l n="94">βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,</l><l n="95">σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·</l><l n="96">ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει</l><l n="97">πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·</l><l n="98">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="99">ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,</l><l n="100">Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,</l><l n="101">ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι</l><l n="102">νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.</l><l n="103">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.</l><l n="104">νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,</l><l n="105">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="106">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·</l><q><l n="107">Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.</l></q><l n="108">ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη</l><l n="109">ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,</l><l n="110">ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.</l><milestone ed="p" n="111" unit="card"/><l n="111">εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν</l><l n="112">καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας</l><l n="113">αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω</l><l n="114">καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,</l><l n="115">πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="116">ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,</l><l n="117">δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς</l><l n="118">ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·</l><l n="119">Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι</l><l n="120">μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι</l><l n="121">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·</l><l n="122">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="123">μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει</l><l n="124">οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα</l><l n="125">αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.</l><l n="126">οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης</l><l n="127">τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε</l><l n="128">παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.</l><l n="129">βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·</l><l n="130">εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.</l><milestone ed="p" n="131" unit="card"/></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς</l><l n="132">ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ</l><l n="133">σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον</l><l n="134">δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ</l><l n="135">ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.</l><l n="136">Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l></div></div></body></text></TEI>