αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας. ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος· τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε· χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε. τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων· ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν. δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν· αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ· νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν. ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο, ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.