<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="486">ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.</l><l n="487">ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,</l><l n="488">αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω</l><l n="489">ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.</l><l n="490">ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·</l><l n="491">πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,</l><l n="492">δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,</l><l n="493">ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·</l><l n="494">τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·</l><l n="495">χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.</l><l n="496">τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε</l><l n="497">χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·</l><q><l n="498">ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.</l></q><l n="499">δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην</l><l n="500">Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς</l><l n="501">μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·</l><l n="502">αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,</l><l n="503">εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης</l><l n="504">εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·</l><l n="505">νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν</l><l n="506">Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·</l><l n="507">οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.</l><l n="508">νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων</l><l n="509">αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται</l><l n="510">γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται</l><l n="511">λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.</l><l n="512">ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ</l><l n="513">οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,</l><l n="514">ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.</l></q><l n="515"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l></div><div type="textpart" subtype="Book" n="23"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="2">ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,</l><l n="3">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="4">Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,</l><l n="5">ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="6">Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="7">μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,</l><l n="8">ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες</l><l n="9">Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="10">αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,</l><l n="11">ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.</l><l n="13">οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους</l><l n="14">μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.</l><l n="15">δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν</l><l n="16">δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.</l><l n="17">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="18">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·</l><q><l n="19">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="20">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην</l><l n="21">Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,</l><l n="22">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν</l><l n="23">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l></q><l n="24"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα</l><l n="25">πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας</l><l n="26">ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος</l><l n="27">χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,</l><l n="28">κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο</l><l n="29">μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.</l><l n="30">πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ</l><l n="31">σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·</l><l n="32">πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ</l><l n="33">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·</l><l n="34">πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.</l><milestone ed="p" n="35" unit="card"/><l n="35"><milestone ed="P" unit="para"/>αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα</l><l n="36">εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν</l><l n="37">σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.</l><l n="38">οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,</l><l n="39">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν</l><l n="40">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν</l><l n="41">Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.</l><l n="42">αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·</l><q><l n="43">οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="44">οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι</l><l n="45">πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι</l><l n="46">κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε</l><l n="47">ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.</l><l n="48">ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·</l><l n="49">ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="50">ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς</l><l n="51">νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,</l><l n="52">ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ</l><l n="53">θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.</l></q><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="55">ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι</l><l n="56">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="57">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="58">οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="59">Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης</l><l n="60">κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν</l></div></div></body></text></TEI>