<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="444">Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι</l><l n="445">νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν</l><l n="446">χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.</l><l n="447">κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·</l><l n="448">τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·</l><l n="449">ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·</l><q><l n="450">δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.</l><l n="451">αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ</l><l n="452">στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα</l><l n="453">πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.</l><l n="454">αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="455">δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς</l><l n="456">μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,</l><l n="457">καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς</l><l n="458">ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,</l><l n="459">ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.</l></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση</l><l n="461">παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ</l><l n="462">αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον</l><l n="463">ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν</l><l n="464">ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι</l><l n="465">ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="466">τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,</l><l n="467">ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.</l><l n="468">τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,</l><l n="469">ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην</l><l n="470">κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη</l><l n="471">ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ</l><l n="472">ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.</l><milestone ed="p" n="473" unit="card"/><l n="473">ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,</l><l n="474">αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.</l><l n="475">ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη</l><l n="476">ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·</l><q><l n="477">Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ</l><l n="478">ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,</l><l n="479">αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="480">ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν</l><l n="481">δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.</l><l n="482">νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης</l><l n="483">ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις</l><l n="484">χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,</l><l n="485">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ</l><l n="486">ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.</l><l n="487">ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,</l><l n="488">αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω</l><l n="489">ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.</l><l n="490">ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·</l><l n="491">πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,</l><l n="492">δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,</l><l n="493">ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·</l><l n="494">τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·</l><l n="495">χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.</l><l n="496">τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε</l><l n="497">χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·</l><q><l n="498">ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.</l></q><l n="499">δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην</l><l n="500">Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς</l><l n="501">μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·</l><l n="502">αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,</l><l n="503">εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης</l><l n="504">εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·</l><l n="505">νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν</l><l n="506">Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·</l><l n="507">οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.</l><l n="508">νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων</l><l n="509">αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται</l><l n="510">γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται</l></q></div></div></body></text></TEI>