<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="396">ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε</l><l n="397">ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,</l><l n="398">ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·</l><l n="399">ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας</l><l n="400">μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="401">τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται</l><l n="402">κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι</l><l n="403">κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι</l><l n="404">δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.</l><milestone ed="p" n="405" unit="card"/><l n="405"><milestone ed="P" unit="para"/>ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ</l><l n="406">τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην</l><l n="407">τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·</l><l n="408">ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ</l><l n="409">κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.</l><l n="410">τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα</l><l n="411">Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.</l><l n="412">λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα</l><l n="413">ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.</l><l n="414">πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,</l><l n="415">ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·</l><q><l n="416">σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ</l><l n="417">ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="418">λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,</l><l n="419">ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ</l><l n="420">γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται</l><l n="421">Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι</l><l n="422">Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.</l><l n="423">τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·</l><l n="424">τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ</l><l n="425">ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,</l><l n="426">Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·</l><l n="427">τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε</l><l n="428">μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·</l><l n="430">Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="431">τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα</l><l n="432">σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ</l><l n="433">εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ</l><l n="434">Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς</l><l n="435">δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα</l><l n="436">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><milestone ed="p" n="437" unit="card"/></q><l n="437"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο</l><l n="438">Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν</l><l n="439">ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,</l><l n="440">ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο</l><l n="441">δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.</l><l n="442">κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα</l><l n="443">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο</l><l n="444">Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι</l><l n="445">νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν</l><l n="446">χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.</l><l n="447">κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·</l><l n="448">τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·</l><l n="449">ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·</l><q><l n="450">δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.</l><l n="451">αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ</l><l n="452">στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα</l><l n="453">πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.</l><l n="454">αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="455">δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς</l><l n="456">μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,</l><l n="457">καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς</l><l n="458">ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,</l><l n="459">ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.</l></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση</l><l n="461">παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ</l><l n="462">αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον</l><l n="463">ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν</l><l n="464">ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι</l><l n="465">ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="466">τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,</l><l n="467">ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.</l><l n="468">τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,</l><l n="469">ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην</l><l n="470">κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη</l><l n="471">ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ</l><l n="472">ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.</l><milestone ed="p" n="473" unit="card"/><l n="473">ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,</l><l n="474">αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.</l><l n="475">ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη</l><l n="476">ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·</l><q><l n="477">Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ</l><l n="478">ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,</l><l n="479">αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="480">ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν</l><l n="481">δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.</l><l n="482">νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης</l><l n="483">ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις</l><l n="484">χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,</l><l n="485">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ</l></q></div></div></body></text></TEI>