<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l><l n="369">αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,</l><l n="370">οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν</l><l n="371">Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.</l><l n="372">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="373">ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι</l><l n="374">Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.</l></q><l n="375"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.</l><l n="376">τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="377">στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="378">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="379">ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,</l><l n="380">ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,</l><l n="381">εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,</l><l n="382">ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,</l><l n="383">ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,</l><l n="384">ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.</l><l n="385">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="386">κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος</l><l n="387">Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε</l><l n="388">ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·</l><l n="389">εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο</l><l n="390">αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.</l><l n="391">νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="392">νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.</l><l n="393">ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,</l><l n="394">ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.</l><l n="396">ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε</l><l n="397">ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,</l><l n="398">ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·</l><l n="399">ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας</l><l n="400">μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="401">τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται</l><l n="402">κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι</l><l n="403">κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι</l><l n="404">δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.</l></div></div></body></text></TEI>