ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ. ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι, εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν, ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ· εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου. νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν· ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.