<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="336">ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="337" unit="card"/><l n="337"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="338">λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,</l><l n="339">μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,</l><l n="340">ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,</l><l n="341">δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,</l><l n="342">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="343">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l></q><l n="344"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·</l><q><l n="345">μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·</l><l n="346">αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη</l><l n="347">ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,</l><l n="348">ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,</l><l n="349">οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα</l><l n="350">στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,</l><l n="351">οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι</l><l n="352">Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ</l><l n="353">ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,</l><l n="354">ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.</l></q><l n="355"><milestone ed="P" unit="para"/>τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="356">ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον</l><l n="357">πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.</l><l n="358">φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι</l><l n="359">ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων</l><l n="360">ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,</l><l n="362">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="363">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="364">τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·</l><q><l n="365">τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="366">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><milestone ed="p" n="367" unit="card"/><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l><l n="369">αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,</l><l n="370">οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν</l><l n="371">Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.</l></div></div></body></text></TEI>