<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="321">εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.</l><l n="322">τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,</l><l n="323">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·</l><l n="324">φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,</l><l n="325">λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·</l><l n="326">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,</l><l n="327">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·</l><l n="328">οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,</l><l n="329">ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.</l><l n="330">ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="331">Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων</l><l n="332">σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,</l><l n="333">νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων</l><l n="334">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,</l><l n="335">ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ</l><l n="336">ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="337" unit="card"/><l n="337"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="338">λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,</l><l n="339">μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,</l><l n="340">ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,</l><l n="341">δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,</l><l n="342">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="343">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l></q><l n="344"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·</l><q><l n="345">μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·</l><l n="346">αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη</l><l n="347">ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,</l><l n="348">ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,</l><l n="349">οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα</l><l n="350">στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,</l><l n="351">οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι</l><l n="352">Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ</l><l n="353">ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,</l><l n="354">ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.</l></q><l n="355"><milestone ed="P" unit="para"/>τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="356">ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον</l><l n="357">πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.</l><l n="358">φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι</l><l n="359">ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων</l><l n="360">ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,</l><l n="362">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="363">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="364">τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·</l><q><l n="365">τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="366">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><milestone ed="p" n="367" unit="card"/><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l><l n="369">αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,</l><l n="370">οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν</l><l n="371">Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.</l><l n="372">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="373">ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι</l><l n="374">Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.</l></q><l n="375"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.</l><l n="376">τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="377">στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="378">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="379">ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,</l><l n="380">ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,</l><l n="381">εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,</l><l n="382">ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,</l><l n="383">ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,</l><l n="384">ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.</l><l n="385">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="386">κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος</l><l n="387">Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε</l><l n="388">ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·</l><l n="389">εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο</l><l n="390">αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.</l><l n="391">νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="392">νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.</l><l n="393">ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,</l><l n="394">ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.</l><l n="396">ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε</l><l n="397">ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,</l><l n="398">ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·</l><l n="399">ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας</l></div></div></body></text></TEI>