<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="320">πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,</l><l n="321">εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.</l><l n="322">τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,</l><l n="323">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·</l><l n="324">φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,</l><l n="325">λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·</l><l n="326">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,</l><l n="327">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·</l><l n="328">οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,</l><l n="329">ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.</l><l n="330">ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="331">Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων</l><l n="332">σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,</l><l n="333">νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων</l><l n="334">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,</l><l n="335">ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ</l><l n="336">ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="337" unit="card"/><l n="337"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="338">λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,</l><l n="339">μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,</l><l n="340">ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,</l><l n="341">δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,</l><l n="342">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="343">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l></q><l n="344"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·</l><q><l n="345">μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·</l><l n="346">αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη</l><l n="347">ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,</l><l n="348">ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,</l><l n="349">οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα</l><l n="350">στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,</l><l n="351">οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι</l><l n="352">Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ</l><l n="353">ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,</l><l n="354">ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.</l></q><l n="355"><milestone ed="P" unit="para"/>τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="356">ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον</l><l n="357">πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.</l><l n="358">φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι</l><l n="359">ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων</l><l n="360">ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,</l><l n="362">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="363">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="364">τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·</l><q><l n="365">τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="366">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><milestone ed="p" n="367" unit="card"/><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l><l n="369">αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,</l><l n="370">οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν</l><l n="371">Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.</l><l n="372">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="373">ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι</l><l n="374">Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.</l></q><l n="375"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.</l><l n="376">τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="377">στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="378">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="379">ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,</l><l n="380">ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,</l><l n="381">εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,</l><l n="382">ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,</l><l n="383">ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,</l><l n="384">ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.</l><l n="385">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="386">κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος</l><l n="387">Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε</l><l n="388">ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·</l><l n="389">εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο</l><l n="390">αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.</l><l n="391">νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="392">νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.</l><l n="393">ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,</l><l n="394">ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.</l><l n="396">ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε</l><l n="397">ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,</l><l n="398">ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·</l><l n="399">ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας</l><l n="400">μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="401">τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται</l><l n="402">κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι</l><l n="403">κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι</l><l n="404">δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.</l><milestone ed="p" n="405" unit="card"/><l n="405"><milestone ed="P" unit="para"/>ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ</l><l n="406">τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην</l><l n="407">τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·</l><l n="408">ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ</l><l n="409">κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.</l><l n="410">τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα</l><l n="411">Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.</l><l n="412">λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα</l><l n="413">ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.</l><l n="414">πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,</l><l n="415">ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·</l><q><l n="416">σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ</l><l n="417">ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="418">λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,</l><l n="419">ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ</l><l n="420">γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται</l><l n="421">Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι</l><l n="422">Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.</l><l n="423">τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·</l><l n="424">τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ</l><l n="425">ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,</l><l n="426">Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·</l><l n="427">τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε</l><l n="428">μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·</l><l n="430">Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="431">τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα</l><l n="432">σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ</l><l n="433">εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ</l><l n="434">Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς</l><l n="435">δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα</l><l n="436">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><milestone ed="p" n="437" unit="card"/></q><l n="437"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο</l><l n="438">Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν</l><l n="439">ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,</l><l n="440">ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο</l><l n="441">δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.</l><l n="442">κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα</l><l n="443">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο</l><l n="444">Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι</l><l n="445">νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν</l><l n="446">χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.</l><l n="447">κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·</l><l n="448">τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·</l><l n="449">ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·</l><q><l n="450">δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.</l><l n="451">αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ</l><l n="452">στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα</l><l n="453">πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.</l><l n="454">αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="455">δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς</l><l n="456">μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,</l><l n="457">καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς</l><l n="458">ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,</l><l n="459">ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.</l></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση</l><l n="461">παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ</l><l n="462">αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον</l><l n="463">ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν</l><l n="464">ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι</l><l n="465">ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="466">τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,</l><l n="467">ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.</l><l n="468">τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,</l><l n="469">ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην</l><l n="470">κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη</l><l n="471">ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ</l><l n="472">ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.</l><milestone ed="p" n="473" unit="card"/><l n="473">ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,</l><l n="474">αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.</l><l n="475">ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη</l><l n="476">ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·</l><q><l n="477">Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ</l><l n="478">ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,</l><l n="479">αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="480">ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν</l><l n="481">δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.</l><l n="482">νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης</l><l n="483">ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις</l><l n="484">χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,</l><l n="485">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ</l><l n="486">ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.</l><l n="487">ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,</l><l n="488">αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω</l><l n="489">ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.</l><l n="490">ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·</l><l n="491">πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,</l><l n="492">δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,</l><l n="493">ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·</l><l n="494">τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·</l><l n="495">χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.</l><l n="496">τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε</l><l n="497">χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·</l><q><l n="498">ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.</l></q><l n="499">δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην</l><l n="500">Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς</l><l n="501">μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·</l><l n="502">αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,</l><l n="503">εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης</l><l n="504">εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·</l><l n="505">νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν</l><l n="506">Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·</l><l n="507">οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.</l><l n="508">νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων</l><l n="509">αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται</l><l n="510">γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται</l><l n="511">λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.</l><l n="512">ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ</l><l n="513">οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,</l><l n="514">ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.</l></q><l n="515"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l></div><div type="textpart" subtype="Book" n="23"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="2">ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,</l><l n="3">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="4">Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,</l><l n="5">ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="6">Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="7">μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,</l><l n="8">ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες</l><l n="9">Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="10">αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,</l><l n="11">ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.</l><l n="13">οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους</l><l n="14">μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.</l><l n="15">δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν</l><l n="16">δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.</l><l n="17">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="18">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·</l><q><l n="19">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="20">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην</l><l n="21">Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,</l><l n="22">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν</l><l n="23">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l></q><l n="24"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα</l><l n="25">πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας</l><l n="26">ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος</l><l n="27">χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,</l><l n="28">κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο</l><l n="29">μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.</l><l n="30">πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ</l><l n="31">σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·</l><l n="32">πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ</l><l n="33">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·</l><l n="34">πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.</l><milestone ed="p" n="35" unit="card"/><l n="35"><milestone ed="P" unit="para"/>αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα</l><l n="36">εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν</l><l n="37">σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.</l><l n="38">οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,</l><l n="39">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν</l><l n="40">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν</l><l n="41">Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.</l><l n="42">αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·</l><q><l n="43">οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="44">οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι</l><l n="45">πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι</l><l n="46">κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε</l><l n="47">ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.</l><l n="48">ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·</l><l n="49">ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="50">ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς</l><l n="51">νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,</l><l n="52">ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ</l><l n="53">θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.</l></q><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="55">ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι</l><l n="56">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="57">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="58">οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="59">Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης</l><l n="60">κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν</l><l n="61">ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·</l><l n="62">εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ</l><l n="63">νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα</l><l n="64">Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="65">ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο</l><l n="66">πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα</l><l n="67">καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·</l><l n="68">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="69">εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.</l><l n="70">οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·</l><l n="71">θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.</l><l n="72">τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,</l><l n="73">οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,</l><l n="74">ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.</l><l n="75">καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις</l><l n="76">νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.</l><l n="77">οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων</l><l n="78">βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ</l><l n="79">ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·</l><l n="80">καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="81">τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.</l><l n="82">ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·</l><l n="83">μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,</l><l n="84">ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,</l><l n="85">εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος</l><l n="86">ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,</l><l n="87">ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος</l><l n="88">νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·</l><l n="89">ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς</l><l n="90">ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·</l><l n="91">ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι</l><l n="92">χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.</l></q><milestone ed="p" n="93" unit="card"/><l n="93"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="94">τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας</l><l n="95">καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι</l><l n="96">πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.</l><l n="97">ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε</l><l n="98">ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.</l></q><l n="99"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν</l><l n="100">οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς</l><l n="101">ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="102">χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q><l n="103">ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι</l><l n="104">ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·</l><l n="105">παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο</l><l n="106">ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,</l><l n="107">καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.</l></q><l n="108"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="109">μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="110">ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="111">οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην</l><l n="112">πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει</l><l n="113">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="114">οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες</l><l n="115">σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.</l><l n="116">πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·</l><l n="117">ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,</l><l n="118">αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ</l><l n="119">τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι</l><l n="120">πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ</l><l n="121">ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο</l><l n="122">ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.</l><l n="123">πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει</l><l n="124">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="125">κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς</l><l n="126">φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.</l><l n="127"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην</l><l n="128">ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς</l><l n="129">αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε</l><l n="130">χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον</l><l n="131">ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,</l><l n="132">ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,</l><l n="133">πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν</l><l n="134">μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.</l><l n="135">θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον</l><l n="136">κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς</l><l n="137">ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.</l><milestone ed="p" n="138" unit="card"/><l n="138"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς</l><l n="139">κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.</l><l n="140">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="141">στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,</l><l n="142">τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·</l><l n="143">ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·</l><q><l n="144">Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς</l><l n="145">κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν</l><l n="146">σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,</l><l n="147">πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν</l><l n="148">ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.</l><l n="149">ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.</l><l n="150">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν</l><l n="151">Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο</l><l n="153">θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="154">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο</l><l n="155">εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·</l><q><l n="156">Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν</l><l n="157">πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,</l><l n="158">νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="159">ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα</l><l n="160">κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.</l></q><milestone ed="p" n="161" unit="card"/><l n="161"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="162">αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,</l><l n="163">κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,</l><l n="164">ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,</l><l n="165">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.</l><l n="166">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="167">πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων</l><l n="168">δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς</l><l n="169">ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.</l><l n="170">ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας</l><l n="171">πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους</l><l n="172">ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.</l><l n="173">ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,</l><l n="174">καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,</l><l n="175">δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="176">χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·</l><l n="177">ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.</l><l n="178">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="179">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="180">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,</l><l n="181">δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="182">τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι</l><l n="183">δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,</l><l n="185">ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="186">ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ</l><l n="187">ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><l n="188">τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων</l><l n="189">οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα</l><l n="190">ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο</l><l n="191">σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.</l><milestone ed="p" n="192" unit="card"/><l n="192"><milestone ed="P" unit="para"/>οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·</l><l n="193">ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="194">στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι</l><l n="195">Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·</l><l n="196">πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν</l><l n="197">ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,</l><l n="198">ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις</l><l n="199">ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.</l><l n="200">οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον</l><l n="201">εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη</l><l n="202">βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι</l><l n="203">πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·</l><l n="204">ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·</l><q><l n="205">οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα</l><l n="206">Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας</l><l n="207">ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.</l><l n="208">ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν</l><l n="209">ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,</l><l n="210">ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται</l><l n="211">Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο</l><l n="213">ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.</l><l n="214">αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα</l><l n="215">πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,</l><l n="216">ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.</l><l n="217">παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον</l><l n="218">φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς</l><l n="219">χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="220">οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν</l><l n="221">ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.</l><l n="222">ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων</l><l n="223">νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,</l><l n="224">ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,</l><l n="225">ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.</l><milestone ed="p" n="226" unit="card"/><l n="226"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,</l><l n="227">ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,</l><l n="228">τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.</l><l n="229">οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι</l><l n="230">Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.</l><l n="231">Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς</l><l n="232">κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·</l><l n="233">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·</l><l n="234">τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,</l><l n="235">ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·</l><q><l n="236">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,</l><l n="237">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ</l><l n="238">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="239">ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν</l><l n="240">εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·</l><l n="241">ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν</l><l n="242">ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.</l><l n="243">καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ</l></q></div></div></body></text></TEI>