<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="313">ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε</l><l n="314">καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ</l><l n="315">τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι</l><l n="316">χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.</l><l n="317">οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ</l><l n="318">ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,</l><l n="319">ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς</l><l n="320">πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,</l><l n="321">εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.</l><l n="322">τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,</l><l n="323">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·</l><l n="324">φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,</l><l n="325">λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·</l><l n="326">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,</l><l n="327">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·</l><l n="328">οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,</l><l n="329">ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.</l><l n="330">ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="331">Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων</l><l n="332">σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,</l><l n="333">νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων</l><l n="334">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,</l><l n="335">ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ</l><l n="336">ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="337" unit="card"/><l n="337"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="338">λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,</l><l n="339">μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,</l><l n="340">ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,</l><l n="341">δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,</l><l n="342">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="343">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l></q><l n="344"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·</l><q><l n="345">μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·</l><l n="346">αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη</l><l n="347">ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,</l><l n="348">ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,</l><l n="349">οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα</l><l n="350">στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,</l><l n="351">οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι</l><l n="352">Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ</l><l n="353">ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,</l><l n="354">ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.</l></q><l n="355"><milestone ed="P" unit="para"/>τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="356">ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον</l><l n="357">πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.</l><l n="358">φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι</l><l n="359">ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων</l><l n="360">ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,</l><l n="362">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="363">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="364">τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·</l><q><l n="365">τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="366">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><milestone ed="p" n="367" unit="card"/><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l><l n="369">αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,</l><l n="370">οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν</l><l n="371">Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.</l><l n="372">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="373">ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι</l><l n="374">Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.</l></q><l n="375"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.</l><l n="376">τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="377">στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="378">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="379">ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,</l><l n="380">ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,</l><l n="381">εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,</l><l n="382">ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,</l><l n="383">ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,</l><l n="384">ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.</l><l n="385">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="386">κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος</l><l n="387">Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε</l><l n="388">ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·</l><l n="389">εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο</l><l n="390">αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.</l><l n="391">νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="392">νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.</l><l n="393">ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,</l><l n="394">ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.</l><l n="396">ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε</l><l n="397">ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,</l><l n="398">ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·</l><l n="399">ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας</l><l n="400">μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="401">τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται</l><l n="402">κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι</l><l n="403">κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι</l><l n="404">δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.</l><milestone ed="p" n="405" unit="card"/><l n="405"><milestone ed="P" unit="para"/>ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ</l><l n="406">τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην</l><l n="407">τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·</l><l n="408">ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ</l><l n="409">κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.</l><l n="410">τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα</l><l n="411">Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.</l><l n="412">λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα</l><l n="413">ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.</l><l n="414">πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,</l><l n="415">ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·</l><q><l n="416">σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ</l><l n="417">ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="418">λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,</l><l n="419">ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ</l><l n="420">γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται</l><l n="421">Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι</l><l n="422">Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.</l><l n="423">τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·</l><l n="424">τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ</l><l n="425">ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,</l><l n="426">Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·</l><l n="427">τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε</l><l n="428">μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·</l><l n="430">Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="431">τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα</l><l n="432">σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ</l><l n="433">εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ</l><l n="434">Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς</l><l n="435">δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα</l><l n="436">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><milestone ed="p" n="437" unit="card"/></q><l n="437"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο</l><l n="438">Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν</l><l n="439">ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,</l><l n="440">ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο</l><l n="441">δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.</l><l n="442">κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα</l><l n="443">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο</l><l n="444">Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι</l><l n="445">νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν</l><l n="446">χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.</l><l n="447">κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·</l><l n="448">τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·</l><l n="449">ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·</l><q><l n="450">δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.</l><l n="451">αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ</l><l n="452">στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα</l><l n="453">πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.</l><l n="454">αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="455">δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς</l><l n="456">μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,</l><l n="457">καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς</l><l n="458">ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,</l><l n="459">ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.</l></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση</l><l n="461">παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ</l><l n="462">αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον</l><l n="463">ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν</l><l n="464">ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι</l><l n="465">ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="466">τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,</l><l n="467">ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.</l><l n="468">τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,</l><l n="469">ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην</l><l n="470">κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη</l><l n="471">ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ</l><l n="472">ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.</l><milestone ed="p" n="473" unit="card"/><l n="473">ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,</l><l n="474">αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.</l><l n="475">ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη</l><l n="476">ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·</l><q><l n="477">Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ</l><l n="478">ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,</l><l n="479">αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="480">ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν</l><l n="481">δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.</l><l n="482">νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης</l><l n="483">ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις</l><l n="484">χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,</l><l n="485">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ</l><l n="486">ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.</l><l n="487">ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,</l><l n="488">αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω</l><l n="489">ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.</l><l n="490">ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·</l><l n="491">πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,</l><l n="492">δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,</l><l n="493">ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·</l><l n="494">τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·</l><l n="495">χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.</l><l n="496">τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε</l><l n="497">χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·</l><q><l n="498">ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.</l></q><l n="499">δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην</l><l n="500">Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς</l><l n="501">μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·</l><l n="502">αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,</l><l n="503">εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης</l><l n="504">εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·</l><l n="505">νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν</l><l n="506">Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·</l><l n="507">οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.</l><l n="508">νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων</l><l n="509">αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται</l><l n="510">γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται</l><l n="511">λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.</l><l n="512">ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ</l><l n="513">οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,</l><l n="514">ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.</l></q><l n="515"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l></div><div type="textpart" subtype="Book" n="23"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="2">ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,</l><l n="3">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="4">Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,</l><l n="5">ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="6">Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="7">μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,</l><l n="8">ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες</l><l n="9">Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="10">αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,</l><l n="11">ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.</l><l n="13">οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους</l><l n="14">μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.</l><l n="15">δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν</l><l n="16">δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.</l><l n="17">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="18">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·</l><q><l n="19">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="20">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην</l><l n="21">Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,</l><l n="22">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν</l><l n="23">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l></q><l n="24"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα</l><l n="25">πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας</l><l n="26">ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος</l><l n="27">χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,</l><l n="28">κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο</l><l n="29">μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.</l><l n="30">πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ</l><l n="31">σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·</l><l n="32">πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ</l><l n="33">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·</l><l n="34">πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.</l><milestone ed="p" n="35" unit="card"/><l n="35"><milestone ed="P" unit="para"/>αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα</l><l n="36">εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν</l><l n="37">σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.</l><l n="38">οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,</l><l n="39">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν</l><l n="40">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν</l><l n="41">Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.</l><l n="42">αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·</l><q><l n="43">οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="44">οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι</l><l n="45">πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι</l><l n="46">κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε</l><l n="47">ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.</l><l n="48">ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·</l><l n="49">ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="50">ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς</l><l n="51">νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,</l><l n="52">ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ</l><l n="53">θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.</l></q><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="55">ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι</l><l n="56">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="57">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="58">οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="59">Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης</l><l n="60">κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν</l><l n="61">ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·</l><l n="62">εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ</l><l n="63">νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα</l><l n="64">Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="65">ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο</l><l n="66">πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα</l><l n="67">καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·</l><l n="68">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="69">εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.</l></q></div></div></body></text></TEI>