νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν, οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει. μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις, ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν· ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ. ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ, εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα, καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς· φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι, λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς, ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή· οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα, νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ