<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="297">ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·</l><l n="298">Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·</l><l n="299">ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.</l><l n="300">νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,</l><l n="301">οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν</l><l n="302">Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε</l><l n="303">πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.</l><l n="304">μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,</l><l n="305">ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><l n="306"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,</l><l n="307">τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,</l><l n="308">οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,</l><l n="309">ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν</l><l n="310">ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·</l><l n="311">ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.</l><l n="312">ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν</l><l n="313">ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε</l><l n="314">καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ</l><l n="315">τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι</l><l n="316">χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.</l><l n="317">οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ</l><l n="318">ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,</l><l n="319">ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς</l><l n="320">πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,</l><l n="321">εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.</l><l n="322">τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,</l><l n="323">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·</l><l n="324">φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,</l><l n="325">λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·</l><l n="326">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,</l><l n="327">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·</l><l n="328">οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,</l><l n="329">ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.</l><l n="330">ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="331">Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων</l><l n="332">σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,</l><l n="333">νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων</l><l n="334">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,</l><l n="335">ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ</l><l n="336">ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="337" unit="card"/><l n="337"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="338">λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,</l><l n="339">μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,</l><l n="340">ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,</l><l n="341">δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,</l><l n="342">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="343">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l></q><l n="344"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·</l><q><l n="345">μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·</l><l n="346">αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη</l><l n="347">ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,</l><l n="348">ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,</l><l n="349">οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα</l><l n="350">στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,</l><l n="351">οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι</l><l n="352">Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ</l><l n="353">ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,</l><l n="354">ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.</l></q><l n="355"><milestone ed="P" unit="para"/>τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="356">ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον</l><l n="357">πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.</l><l n="358">φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι</l><l n="359">ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων</l><l n="360">ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,</l><l n="362">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="363">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="364">τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·</l><q><l n="365">τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="366">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><milestone ed="p" n="367" unit="card"/><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l><l n="369">αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,</l><l n="370">οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν</l><l n="371">Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.</l><l n="372">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="373">ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι</l><l n="374">Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.</l></q><l n="375"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.</l><l n="376">τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,</l></div></div></body></text></TEI>