ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν· Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι· ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη. νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν, οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει. μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις, ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν· ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ. ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ, εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα, καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς· φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι, λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς, ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή· οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα, νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων, μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο, δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς· μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων· αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται. τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός. φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε, ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην. τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς· τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι. ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ. ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,