<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="257">δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·</l><l n="258">ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ</l><l n="259">νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.</l></q><milestone ed="p" n="260" unit="card"/><l n="260"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="261">Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·</l><l n="262">ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,</l><l n="263">οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,</l><l n="264">ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,</l><l n="265">ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν</l><l n="266">ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα</l><l n="267">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="268">παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ</l><l n="269">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.</l><l n="270">οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη</l><l n="271">ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις</l><l n="272">κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.</l></q><l n="273"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·</l><l n="274">καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·</l><l n="275">ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="276">ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,</l><l n="277">ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.</l><l n="278">Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·</l><q><l n="279">ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="280">ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·</l><l n="281">ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,</l><l n="282">ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.</l><l n="283">οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,</l><l n="284">ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον</l><l n="285">εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι</l><l n="286">χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.</l><l n="287">καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο</l><l n="288">σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.</l></q><milestone ed="p" n="289" unit="card"/><l n="289"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="290">καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·</l><l n="291">τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ</l><l n="292">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="293">στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.</l><l n="294">Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·</l><l n="295">ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.</l><l n="296">Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="297">ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·</l><l n="298">Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·</l><l n="299">ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.</l><l n="300">νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,</l><l n="301">οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν</l><l n="302">Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε</l><l n="303">πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.</l><l n="304">μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,</l><l n="305">ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><l n="306"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,</l><l n="307">τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,</l><l n="308">οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,</l><l n="309">ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν</l><l n="310">ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·</l><l n="311">ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.</l><l n="312">ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν</l></div></div></body></text></TEI>