<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="215">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="216">νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ</l><l n="217">οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας</l><l n="218">Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.</l><l n="219">οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,</l><l n="220">οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων</l><l n="221">προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="222">ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι</l><l n="223">οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.</l><milestone ed="p" n="224" unit="card"/></q><l n="224"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,</l><l n="225">στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.</l><l n="226">ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον</l><l n="227">Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="228">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="229">ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς</l><l n="230">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·</l><l n="231">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="232"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="233">Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα</l><l n="234">γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·</l><l n="235">νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,</l><l n="236">ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,</l><l n="237">τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.</l></q><l n="238"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="239">ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ</l><l n="240">λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,</l><l n="241">αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·</l><l n="242">ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.</l><l n="243">νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων</l><l n="244">ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς</l><l n="245">νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται</l><l n="246">νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·</l><l n="248">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="249">τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="250">οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ</l><l n="251">τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην</l><l n="252">μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε</l><l n="253">στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.</l><l n="254">ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι</l><l n="255">μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·</l><l n="256">οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς</l><l n="257">δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·</l><l n="258">ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ</l><l n="259">νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.</l></q><milestone ed="p" n="260" unit="card"/><l n="260"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="261">Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·</l><l n="262">ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,</l><l n="263">οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,</l></q></div></div></body></text></TEI>