<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="217">οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας</l><l n="218">Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.</l><l n="219">οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,</l><l n="220">οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων</l><l n="221">προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="222">ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι</l><l n="223">οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.</l><milestone ed="p" n="224" unit="card"/></q><l n="224"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,</l><l n="225">στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.</l><l n="226">ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον</l><l n="227">Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="228">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="229">ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς</l><l n="230">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·</l><l n="231">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="232"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="233">Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα</l><l n="234">γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·</l><l n="235">νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,</l><l n="236">ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,</l><l n="237">τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.</l></q><l n="238"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="239">ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ</l><l n="240">λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,</l><l n="241">αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·</l><l n="242">ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.</l><l n="243">νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων</l><l n="244">ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς</l><l n="245">νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται</l><l n="246">νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·</l><l n="248">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="249">τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="250">οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ</l><l n="251">τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην</l><l n="252">μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε</l><l n="253">στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.</l><l n="254">ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι</l><l n="255">μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·</l><l n="256">οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς</l><l n="257">δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·</l><l n="258">ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ</l><l n="259">νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.</l></q><milestone ed="p" n="260" unit="card"/><l n="260"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="261">Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·</l><l n="262">ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,</l><l n="263">οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,</l><l n="264">ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,</l><l n="265">ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν</l><l n="266">ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα</l><l n="267">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="268">παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ</l><l n="269">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.</l><l n="270">οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη</l><l n="271">ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις</l><l n="272">κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.</l></q><l n="273"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·</l><l n="274">καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·</l><l n="275">ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="276">ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,</l><l n="277">ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.</l><l n="278">Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·</l><q><l n="279">ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="280">ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·</l><l n="281">ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,</l><l n="282">ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.</l><l n="283">οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,</l><l n="284">ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον</l><l n="285">εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι</l><l n="286">χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.</l><l n="287">καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο</l><l n="288">σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.</l></q><milestone ed="p" n="289" unit="card"/><l n="289"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="290">καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·</l><l n="291">τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ</l><l n="292">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="293">στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.</l><l n="294">Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·</l><l n="295">ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.</l><l n="296">Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l></div></div></body></text></TEI>