<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="201">ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.</l><l n="202">πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,</l><l n="203">εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων</l><l n="204">ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;</l><l n="205">λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,</l><l n="206">οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,</l><l n="207">μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="208">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,</l><l n="209">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,</l><l n="210">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,</l><l n="211">τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,</l><l n="212">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,</l><l n="213">ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.</l><l n="214">Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="215">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="216">νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ</l><l n="217">οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας</l><l n="218">Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.</l><l n="219">οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,</l><l n="220">οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων</l><l n="221">προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="222">ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι</l><l n="223">οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.</l><milestone ed="p" n="224" unit="card"/></q><l n="224"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,</l><l n="225">στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.</l><l n="226">ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον</l><l n="227">Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="228">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="229">ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς</l><l n="230">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·</l><l n="231">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="232"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="233">Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα</l><l n="234">γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·</l><l n="235">νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,</l><l n="236">ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,</l><l n="237">τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.</l></q><l n="238"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="239">ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ</l><l n="240">λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,</l><l n="241">αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·</l><l n="242">ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.</l><l n="243">νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων</l><l n="244">ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς</l><l n="245">νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται</l><l n="246">νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·</l><l n="248">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="249">τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="250">οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ</l><l n="251">τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην</l><l n="252">μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε</l><l n="253">στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.</l><l n="254">ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι</l><l n="255">μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·</l><l n="256">οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς</l><l n="257">δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·</l><l n="258">ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ</l><l n="259">νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.</l></q><milestone ed="p" n="260" unit="card"/><l n="260"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="261">Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·</l><l n="262">ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,</l><l n="263">οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,</l><l n="264">ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,</l><l n="265">ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν</l><l n="266">ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα</l><l n="267">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="268">παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ</l><l n="269">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.</l><l n="270">οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη</l><l n="271">ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις</l><l n="272">κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.</l></q><l n="273"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·</l><l n="274">καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·</l><l n="275">ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="276">ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,</l><l n="277">ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.</l><l n="278">Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·</l><q><l n="279">ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="280">ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·</l><l n="281">ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,</l><l n="282">ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.</l><l n="283">οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,</l><l n="284">ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον</l><l n="285">εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι</l><l n="286">χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.</l><l n="287">καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο</l><l n="288">σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.</l></q><milestone ed="p" n="289" unit="card"/><l n="289"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="290">καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·</l><l n="291">τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ</l><l n="292">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="293">στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.</l><l n="294">Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·</l><l n="295">ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.</l><l n="296">Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="297">ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·</l><l n="298">Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·</l><l n="299">ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.</l><l n="300">νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,</l><l n="301">οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν</l><l n="302">Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε</l><l n="303">πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.</l><l n="304">μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,</l><l n="305">ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><l n="306"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,</l><l n="307">τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,</l><l n="308">οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,</l><l n="309">ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν</l><l n="310">ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·</l><l n="311">ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.</l><l n="312">ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν</l><l n="313">ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε</l><l n="314">καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ</l><l n="315">τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι</l><l n="316">χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.</l><l n="317">οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ</l><l n="318">ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,</l><l n="319">ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς</l><l n="320">πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,</l><l n="321">εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.</l><l n="322">τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,</l><l n="323">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·</l><l n="324">φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,</l><l n="325">λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·</l><l n="326">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,</l><l n="327">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·</l><l n="328">οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,</l><l n="329">ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.</l><l n="330">ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="331">Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων</l><l n="332">σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,</l><l n="333">νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων</l><l n="334">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,</l><l n="335">ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ</l><l n="336">ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="337" unit="card"/><l n="337"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="338">λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,</l><l n="339">μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,</l><l n="340">ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,</l><l n="341">δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,</l><l n="342">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="343">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l></q><l n="344"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·</l><q><l n="345">μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·</l><l n="346">αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη</l><l n="347">ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,</l><l n="348">ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,</l><l n="349">οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα</l><l n="350">στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,</l><l n="351">οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι</l><l n="352">Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ</l><l n="353">ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,</l><l n="354">ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.</l></q><l n="355"><milestone ed="P" unit="para"/>τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="356">ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον</l><l n="357">πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.</l><l n="358">φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι</l><l n="359">ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων</l><l n="360">ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,</l><l n="362">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="363">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="364">τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·</l><q><l n="365">τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="366">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><milestone ed="p" n="367" unit="card"/><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l></div></div></body></text></TEI>