ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι. πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα; λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο, ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα. οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι, οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο. ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι. ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ, στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων· ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας· νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι, τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι, αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες· ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ. νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ. ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη· οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην. ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων· οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς