<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="20">ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.</l></q><l n="21"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,</l><l n="22">σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,</l><l n="23">ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·</l><l n="24">ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.</l><l n="25"><milestone ed="P" unit="para"/>τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι</l><l n="26">παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,</l><l n="27">ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ</l><l n="28">φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,</l><l n="29">ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.</l><l n="30">λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,</l><l n="31">καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·</l><l n="32">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="33">ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν</l><l n="34">ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει</l><l n="35">λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων</l><l n="36">ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·</l><l n="37">τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·</l><milestone ed="p" n="38" unit="card"/><q><l n="38"><milestone ed="P" unit="para"/>Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον</l><l n="39">οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς</l><l n="40">Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι</l><l n="41">σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο</l><l n="42">ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν</l><l n="43">κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·</l><l n="44">ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε</l><l n="45">κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.</l><l n="46">καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον</l><l n="47">οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,</l><l n="48">τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.</l><l n="49">ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα</l><l n="50">χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·</l><l n="51">πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.</l><l n="52">εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="53">ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·</l><l n="54">λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος</l><l n="55">ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.</l><l n="56">ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς</l><l n="57">Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς</l><l n="58">Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.</l></q></div></div></body></text></TEI>