<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="191">τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,</l><l n="192">ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·</l><l n="193">ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.</l><l n="194">ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων</l><l n="195">ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,</l><l n="196">εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,</l><l n="197">τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς</l><l n="198">πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.</l><l n="199">ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·</l><l n="200">οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·</l><l n="201">ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.</l><l n="202">πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,</l><l n="203">εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων</l><l n="204">ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;</l><l n="205">λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,</l><l n="206">οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,</l><l n="207">μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="208">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,</l><l n="209">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,</l><l n="210">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,</l><l n="211">τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,</l><l n="212">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,</l><l n="213">ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.</l><l n="214">Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="215">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="216">νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ</l><l n="217">οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας</l><l n="218">Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.</l><l n="219">οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,</l><l n="220">οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων</l><l n="221">προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="222">ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι</l><l n="223">οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.</l><milestone ed="p" n="224" unit="card"/></q><l n="224"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,</l><l n="225">στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.</l><l n="226">ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον</l><l n="227">Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="228">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="229">ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς</l><l n="230">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·</l><l n="231">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="232"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="233">Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα</l><l n="234">γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·</l><l n="235">νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,</l><l n="236">ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,</l><l n="237">τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.</l></q><l n="238"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="239">ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ</l><l n="240">λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,</l><l n="241">αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·</l><l n="242">ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.</l><l n="243">νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων</l><l n="244">ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς</l><l n="245">νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται</l><l n="246">νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·</l><l n="248">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="249">τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="250">οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ</l><l n="251">τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην</l><l n="252">μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε</l><l n="253">στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.</l><l n="254">ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι</l><l n="255">μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·</l><l n="256">οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς</l><l n="257">δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·</l><l n="258">ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ</l><l n="259">νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.</l></q><milestone ed="p" n="260" unit="card"/><l n="260"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="261">Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·</l><l n="262">ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,</l><l n="263">οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,</l><l n="264">ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,</l><l n="265">ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν</l><l n="266">ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα</l><l n="267">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="268">παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ</l><l n="269">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.</l><l n="270">οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη</l><l n="271">ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις</l><l n="272">κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.</l></q><l n="273"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·</l><l n="274">καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·</l><l n="275">ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="276">ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,</l><l n="277">ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.</l><l n="278">Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·</l><q><l n="279">ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="280">ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·</l><l n="281">ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,</l><l n="282">ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.</l><l n="283">οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,</l><l n="284">ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον</l><l n="285">εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι</l><l n="286">χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.</l><l n="287">καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο</l><l n="288">σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.</l></q><milestone ed="p" n="289" unit="card"/><l n="289"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="290">καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·</l><l n="291">τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ</l><l n="292">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="293">στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.</l><l n="294">Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·</l><l n="295">ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.</l><l n="296">Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="297">ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·</l><l n="298">Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·</l><l n="299">ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.</l><l n="300">νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,</l><l n="301">οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν</l><l n="302">Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε</l><l n="303">πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.</l><l n="304">μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,</l><l n="305">ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><l n="306"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,</l><l n="307">τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,</l><l n="308">οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,</l><l n="309">ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν</l><l n="310">ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·</l><l n="311">ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.</l><l n="312">ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν</l><l n="313">ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε</l><l n="314">καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ</l><l n="315">τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι</l><l n="316">χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.</l><l n="317">οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ</l><l n="318">ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,</l><l n="319">ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς</l><l n="320">πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,</l><l n="321">εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.</l><l n="322">τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,</l><l n="323">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·</l><l n="324">φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,</l><l n="325">λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·</l><l n="326">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,</l><l n="327">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·</l><l n="328">οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,</l><l n="329">ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.</l><l n="330">ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="331">Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων</l><l n="332">σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,</l><l n="333">νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων</l><l n="334">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,</l><l n="335">ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ</l><l n="336">ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="337" unit="card"/><l n="337"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="338">λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,</l><l n="339">μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,</l><l n="340">ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,</l><l n="341">δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,</l><l n="342">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="343">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l></q><l n="344"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·</l><q><l n="345">μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·</l><l n="346">αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη</l><l n="347">ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,</l><l n="348">ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,</l><l n="349">οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα</l><l n="350">στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,</l><l n="351">οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι</l><l n="352">Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ</l><l n="353">ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,</l><l n="354">ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.</l></q><l n="355"><milestone ed="P" unit="para"/>τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="356">ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον</l><l n="357">πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.</l><l n="358">φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι</l><l n="359">ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων</l><l n="360">ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,</l><l n="362">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="363">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="364">τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·</l><q><l n="365">τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="366">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l></q><milestone ed="p" n="367" unit="card"/><l n="367"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="368">καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα</l><l n="369">αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,</l><l n="370">οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν</l><l n="371">Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.</l><l n="372">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="373">ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι</l><l n="374">Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.</l></q><l n="375"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.</l><l n="376">τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="377">στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="378">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="379">ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,</l><l n="380">ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,</l><l n="381">εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,</l><l n="382">ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,</l><l n="383">ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,</l><l n="384">ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.</l><l n="385">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="386">κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος</l><l n="387">Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε</l><l n="388">ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·</l><l n="389">εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο</l><l n="390">αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.</l><l n="391">νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="392">νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.</l><l n="393">ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,</l><l n="394">ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.</l><l n="396">ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε</l><l n="397">ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,</l><l n="398">ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·</l><l n="399">ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας</l><l n="400">μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="401">τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται</l><l n="402">κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι</l><l n="403">κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι</l><l n="404">δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.</l><milestone ed="p" n="405" unit="card"/><l n="405"><milestone ed="P" unit="para"/>ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ</l><l n="406">τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην</l><l n="407">τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·</l><l n="408">ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ</l><l n="409">κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.</l><l n="410">τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα</l><l n="411">Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.</l><l n="412">λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα</l><l n="413">ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.</l><l n="414">πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,</l><l n="415">ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·</l><q><l n="416">σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ</l><l n="417">ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="418">λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,</l><l n="419">ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ</l><l n="420">γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται</l><l n="421">Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι</l><l n="422">Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.</l><l n="423">τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·</l><l n="424">τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ</l><l n="425">ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,</l><l n="426">Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·</l><l n="427">τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε</l><l n="428">μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·</l><l n="430">Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·</l><q><l n="431">τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα</l><l n="432">σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ</l><l n="433">εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ</l><l n="434">Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς</l><l n="435">δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα</l><l n="436">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><milestone ed="p" n="437" unit="card"/></q><l n="437"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο</l><l n="438">Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν</l><l n="439">ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,</l><l n="440">ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο</l><l n="441">δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.</l><l n="442">κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα</l><l n="443">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο</l><l n="444">Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι</l><l n="445">νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν</l><l n="446">χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.</l><l n="447">κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·</l><l n="448">τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·</l><l n="449">ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·</l><q><l n="450">δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.</l><l n="451">αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ</l><l n="452">στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα</l><l n="453">πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.</l><l n="454">αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="455">δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς</l><l n="456">μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,</l><l n="457">καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς</l><l n="458">ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,</l><l n="459">ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.</l></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση</l><l n="461">παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ</l><l n="462">αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον</l><l n="463">ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν</l><l n="464">ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι</l><l n="465">ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="466">τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,</l><l n="467">ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.</l><l n="468">τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,</l><l n="469">ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην</l><l n="470">κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη</l><l n="471">ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ</l><l n="472">ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.</l><milestone ed="p" n="473" unit="card"/><l n="473">ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,</l><l n="474">αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.</l><l n="475">ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη</l><l n="476">ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·</l><q><l n="477">Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ</l><l n="478">ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,</l><l n="479">αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="480">ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν</l><l n="481">δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.</l><l n="482">νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης</l><l n="483">ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις</l><l n="484">χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,</l><l n="485">ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ</l><l n="486">ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.</l><l n="487">ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,</l><l n="488">αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω</l><l n="489">ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.</l><l n="490">ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·</l><l n="491">πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,</l><l n="492">δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,</l><l n="493">ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·</l><l n="494">τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·</l><l n="495">χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.</l><l n="496">τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε</l><l n="497">χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·</l><q><l n="498">ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.</l></q><l n="499">δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην</l><l n="500">Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς</l><l n="501">μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·</l><l n="502">αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,</l><l n="503">εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης</l><l n="504">εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·</l><l n="505">νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν</l><l n="506">Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·</l><l n="507">οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.</l><l n="508">νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων</l><l n="509">αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται</l><l n="510">γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται</l><l n="511">λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.</l><l n="512">ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ</l><l n="513">οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,</l><l n="514">ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.</l></q><l n="515"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.</l></div><div type="textpart" subtype="Book" n="23"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="2">ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,</l><l n="3">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="4">Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,</l><l n="5">ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="6">Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="7">μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,</l><l n="8">ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες</l><l n="9">Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="10">αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,</l><l n="11">ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.</l><l n="13">οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους</l><l n="14">μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.</l><l n="15">δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν</l><l n="16">δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.</l><l n="17">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="18">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·</l><q><l n="19">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="20">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην</l><l n="21">Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,</l><l n="22">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν</l><l n="23">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l></q><l n="24"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα</l><l n="25">πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας</l><l n="26">ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος</l><l n="27">χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,</l><l n="28">κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο</l><l n="29">μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.</l><l n="30">πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ</l><l n="31">σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·</l><l n="32">πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ</l><l n="33">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·</l><l n="34">πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.</l><milestone ed="p" n="35" unit="card"/><l n="35"><milestone ed="P" unit="para"/>αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα</l><l n="36">εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν</l><l n="37">σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.</l><l n="38">οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,</l><l n="39">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν</l><l n="40">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν</l><l n="41">Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.</l><l n="42">αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·</l><q><l n="43">οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="44">οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι</l><l n="45">πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι</l><l n="46">κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε</l><l n="47">ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.</l><l n="48">ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·</l><l n="49">ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="50">ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς</l><l n="51">νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,</l><l n="52">ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ</l><l n="53">θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.</l></q><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="55">ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι</l><l n="56">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="57">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="58">οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="59">Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης</l><l n="60">κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν</l><l n="61">ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·</l><l n="62">εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ</l><l n="63">νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα</l><l n="64">Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="65">ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο</l><l n="66">πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα</l><l n="67">καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·</l><l n="68">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="69">εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.</l><l n="70">οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·</l><l n="71">θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.</l><l n="72">τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,</l><l n="73">οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,</l><l n="74">ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.</l><l n="75">καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις</l><l n="76">νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.</l><l n="77">οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων</l><l n="78">βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ</l><l n="79">ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·</l><l n="80">καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="81">τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.</l><l n="82">ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·</l><l n="83">μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,</l><l n="84">ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,</l><l n="85">εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος</l><l n="86">ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,</l><l n="87">ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος</l><l n="88">νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·</l><l n="89">ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς</l><l n="90">ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·</l><l n="91">ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι</l><l n="92">χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.</l></q><milestone ed="p" n="93" unit="card"/><l n="93"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="94">τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας</l><l n="95">καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι</l><l n="96">πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.</l><l n="97">ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε</l><l n="98">ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.</l></q><l n="99"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν</l><l n="100">οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς</l><l n="101">ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="102">χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q><l n="103">ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι</l><l n="104">ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·</l><l n="105">παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο</l><l n="106">ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,</l><l n="107">καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.</l></q><l n="108"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="109">μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="110">ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="111">οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην</l><l n="112">πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει</l><l n="113">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="114">οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες</l><l n="115">σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.</l><l n="116">πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·</l><l n="117">ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,</l><l n="118">αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ</l><l n="119">τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι</l><l n="120">πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ</l><l n="121">ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο</l><l n="122">ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.</l><l n="123">πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει</l><l n="124">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="125">κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς</l><l n="126">φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.</l><l n="127"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην</l><l n="128">ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς</l><l n="129">αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε</l><l n="130">χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον</l><l n="131">ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,</l><l n="132">ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,</l><l n="133">πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν</l><l n="134">μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.</l><l n="135">θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον</l><l n="136">κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς</l><l n="137">ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.</l><milestone ed="p" n="138" unit="card"/><l n="138"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς</l><l n="139">κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.</l><l n="140">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="141">στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,</l><l n="142">τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·</l><l n="143">ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·</l><q><l n="144">Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς</l><l n="145">κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν</l><l n="146">σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,</l><l n="147">πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν</l><l n="148">ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.</l><l n="149">ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.</l><l n="150">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν</l><l n="151">Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο</l><l n="153">θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="154">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο</l><l n="155">εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·</l><q><l n="156">Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν</l><l n="157">πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,</l><l n="158">νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="159">ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα</l><l n="160">κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.</l></q><milestone ed="p" n="161" unit="card"/><l n="161"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="162">αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,</l><l n="163">κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,</l><l n="164">ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,</l><l n="165">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.</l><l n="166">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="167">πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων</l><l n="168">δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς</l><l n="169">ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.</l><l n="170">ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας</l><l n="171">πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους</l><l n="172">ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.</l><l n="173">ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,</l><l n="174">καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,</l><l n="175">δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="176">χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·</l><l n="177">ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.</l><l n="178">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="179">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="180">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,</l><l n="181">δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="182">τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι</l><l n="183">δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,</l><l n="185">ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="186">ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ</l><l n="187">ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><l n="188">τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων</l><l n="189">οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα</l><l n="190">ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο</l><l n="191">σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.</l><milestone ed="p" n="192" unit="card"/><l n="192"><milestone ed="P" unit="para"/>οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·</l><l n="193">ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="194">στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι</l><l n="195">Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·</l><l n="196">πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν</l><l n="197">ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,</l><l n="198">ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις</l><l n="199">ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.</l><l n="200">οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον</l><l n="201">εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη</l><l n="202">βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι</l><l n="203">πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·</l><l n="204">ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·</l><q><l n="205">οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα</l><l n="206">Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας</l><l n="207">ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.</l><l n="208">ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν</l><l n="209">ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,</l><l n="210">ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται</l><l n="211">Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο</l><l n="213">ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.</l><l n="214">αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα</l><l n="215">πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,</l><l n="216">ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.</l><l n="217">παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον</l><l n="218">φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς</l><l n="219">χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="220">οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν</l><l n="221">ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.</l><l n="222">ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων</l><l n="223">νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,</l><l n="224">ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,</l><l n="225">ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.</l><milestone ed="p" n="226" unit="card"/><l n="226"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,</l><l n="227">ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,</l><l n="228">τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.</l><l n="229">οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι</l><l n="230">Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.</l><l n="231">Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς</l><l n="232">κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·</l><l n="233">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·</l><l n="234">τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,</l><l n="235">ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·</l><q><l n="236">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,</l><l n="237">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ</l><l n="238">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="239">ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν</l><l n="240">εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·</l><l n="241">ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν</l><l n="242">ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.</l><l n="243">καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ</l><l n="244">θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.</l><l n="245">τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,</l><l n="246">ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ</l><l n="247">εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο</l><l n="248">δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.</l></q><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.</l><l n="250">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="251">ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·</l><l n="252">κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ</l><l n="253">ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,</l><l n="254">ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·</l><l n="255">τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο</l><l n="256">ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l><l n="257">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="258">αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,</l><l n="259">νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε</l><l n="260">ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,</l><l n="261">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.</l><milestone ed="p" n="262" unit="card"/><l n="262"><milestone ed="P" unit="para"/>ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα</l><l n="263">θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν</l><l n="264">καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον</l><l n="265">τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν</l><l n="266">ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·</l><l n="267">αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα</l><l n="268">καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·</l><l n="269">τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,</l><l n="270">πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.</l><l n="271">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="272">Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="273">ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.</l><l n="274">εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ</l><l n="275">ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.</l><l n="276">ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·</l><l n="277">ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς</l><l n="278">πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.</l><l n="279">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·</l><l n="280">τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο</l><l n="281">ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον</l><l n="282">χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.</l><l n="283">τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι</l><l n="284">χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="285">ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν</l><l n="286">ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.</l><milestone ed="p" n="287" unit="card"/></q><l n="287"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.</l><l n="288">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος</l><l n="289">Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·</l><l n="290">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="291">ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα</l><l n="292">Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.</l><l n="293">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος</l><l n="294">διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους</l><l n="295">Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·</l><l n="296">τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος</l><l n="297">δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,</l><l n="298">ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε</l><l n="299">Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·</l><l n="300">τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.</l><l n="301">Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,</l><l n="302">Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος</l><l n="303">τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι</l><l n="304">ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς</l><l n="305">μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·</l><q><l n="306">Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν</l><l n="307">Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν</l><l n="308">παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·</l><l n="309">οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι</l><l n="310">βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="311">τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ</l><l n="312">πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.</l><l n="313">ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ</l><l n="314">παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.</l><l n="315">μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·</l><l n="316">μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ</l><l n="317">νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·</l><l n="318">μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.</l><milestone ed="p" n="319" unit="card"/><l n="319">ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς</l><l n="320">ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,</l><l n="321">ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·</l><l n="322">ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,</l><l n="323">αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει</l><l n="324">ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,</l><l n="325">ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.</l><l n="326">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.</l><l n="327">ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης</l><l n="328">ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,</l><l n="329">λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ</l><l n="330">ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς</l><l n="331">ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,</l><l n="332">ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,</l><l n="333">καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.</l><l n="334">τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,</l><l n="335">αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ</l><l n="336">ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον</l><l n="337">κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.</l><l n="338">ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,</l><l n="339">ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι</l><l n="340">κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,</l><l n="341">μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·</l><l n="342">χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ</l><l n="343">ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.</l><l n="344">εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,</l><l n="345">οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,</l><l n="346">οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι</l><l n="347">Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,</l><l n="348">ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ</l><l n="350">ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.</l><l n="352">ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·</l><l n="353">πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο</l><l n="354">Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·</l><l n="355">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,</l><l n="356">τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε</l><l n="357">Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.</l><l n="358">στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς</l><l n="359">τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν</l><l n="360">ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,</l><l n="361">ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.</l><l n="362"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,</l><l n="363">πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν</l><l n="364">ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο</l><l n="365">νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη</l><l n="366">ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,</l><l n="367">χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.</l><l n="368">ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,</l><l n="369">ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες</l><l n="370">ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου</l><l n="371">νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος</l><l n="372">ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.</l><l n="373"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι</l><l n="374">ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου</l><l n="375">φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="376">αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.</l><l n="377">τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι</l><l n="378">Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·</l><l n="379">αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,</l><l n="380">πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="381">θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.</l><l n="382">καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,</l><l n="383">εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,</l><l n="384">ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.</l><l n="385">τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,</l><l n="386">οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,</l><l n="387">οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.</l><milestone ed="p" n="388" unit="card"/><l n="388">οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων</l><l n="389">Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,</l><l n="390">δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·</l><l n="391">ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,</l><l n="392">ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι</l><l n="393">ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.</l><l n="394">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,</l><l n="395">ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,</l><l n="396">θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε</l><l n="397">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="398">Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,</l><l n="399">πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη</l><l n="400">ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.</l><l n="401">τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.</l><l n="402">Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·</l><q><l n="403">ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.</l><l n="404">ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω</l><l n="405">Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη</l><l n="406">νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·</l><l n="407">ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,</l><l n="408">καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ</l><l n="409">Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;</l><l n="410">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="411">οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν</l><l n="412">ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,</l><l n="413">αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.</l><l n="414">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·</l><l n="415">ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω</l><l n="416">στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="418">μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα</l><l n="419">στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.</l><l n="420">ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ</l><l n="421">ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·</l><l n="422">τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.</l><l n="423">Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους</l><l n="424">ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.</l><l n="425">Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·</l><q><l n="426">Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·</l><l n="427">στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·</l><l n="428">μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.</l></q><milestone ed="p" n="429" unit="card"/><l n="429"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε</l><l n="430">κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.</l><l n="431">ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,</l><l n="432">ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,</l><l n="433">τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω</l><l n="434">Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν</l><l n="435">μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,</l><l n="436">δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ</l><l n="437">ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.</l><l n="438">τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="439">Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·</l><l n="440">ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.</l><l n="441">ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.</l></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="443">μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.</l><l n="444">φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα</l><l n="445">ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="447">μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.</l><l n="448"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο</l><l n="449">ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.</l><l n="450">πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·</l><l n="451">ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·</l><l n="452">τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας</l><l n="453">ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,</l><l n="454">ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ</l><l n="455">λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.</l><l n="456">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="457">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="458">οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;</l><l n="459">ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,</l><l n="460">ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ</l><l n="461">ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·</l><l n="462">ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,</l><l n="463">νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε</l><l n="464">Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·</l><l n="465">ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη</l><l n="466">εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·</l><l n="467">ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,</l><l n="468">αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.</l><l n="469">ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε</l><l n="470">εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ</l><l n="471">Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει</l><l n="472">Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.</l></q><milestone ed="p" n="473" unit="card"/><l n="473"><milestone ed="P" unit="para"/>τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·</l><q><l n="474">Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν</l><l n="475">ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.</l><l n="476">οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,</l><l n="477">οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·</l><l n="478">ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ</l><l n="479">λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.</l><l n="480">ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,</l><l n="481">Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.</l></q><l n="482"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="483">Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα</l><l n="484">δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="485">δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,</l><l n="486">ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,</l><l n="487">ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.</l></q><l n="488"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας</l><l n="489">χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·</l><l n="490">καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,</l><l n="491">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·</l><q><l n="492">μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν</l><l n="493">Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.</l><l n="494">καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="495">ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε</l><l n="496">ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης</l><l n="497">ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος</l><l n="498">ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.</l></q><l n="499"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,</l><l n="500">μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι</l><l n="501">ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="502">αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,</l><l n="503">ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε</l><l n="504">ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ</l><l n="505">γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν</l><l n="506">ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.</l><l n="507">στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς</l><l n="508">ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.</l><l n="509">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,</l><l n="510">κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν</l><l n="511">ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,</l><l n="512">δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα</l><l n="513">καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.</l><milestone ed="p" n="514" unit="card"/><l n="514"><milestone ed="P" unit="para"/>τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους</l><l n="515">κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·</l><l n="516">ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.</l><l n="517">ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα</l><l n="518">ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·</l><l n="519">τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι</l><l n="520">οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ</l><l n="521">χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·</l><l n="522">τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο</l><l n="523">λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,</l><l n="524">ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ</l><l n="525">ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·</l><l n="526">εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,</l><l n="527">τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.</l><l n="528">αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος</l><l n="529">λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·</l><l n="530">βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,</l><l n="531">ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.</l><l n="532">υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων</l><l n="533">ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.</l><l n="534">τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="535">στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="536">λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·</l><l n="537">ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς</l><l n="538">δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.</l></q><l n="539"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.</l><l n="540">καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,</l><l n="541">εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="542">Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·</l><q><l n="543">ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς</l><l n="544">τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον</l><l n="545">τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω</l><l n="546">αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν</l><l n="547">εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.</l><l n="548">εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ</l><l n="549">ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς</l><l n="550">καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·</l><l n="551">τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον</l><l n="552">ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.</l><l n="553">τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω</l><l n="554">ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.</l><milestone ed="p" n="555" unit="card"/></q><l n="555"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="556">χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·</l><l n="557">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="558">Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο</l><l n="559">Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.</l><l n="560">δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων</l><l n="561">χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο</l><l n="562">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.</l></q><l n="563"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ</l><l n="564">οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,</l><l n="565">Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.</l><l n="566"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων</l><l n="567">Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ</l><l n="568">χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν</l><l n="569">Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·</l><q><l n="570">Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.</l><l n="571">ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους</l><l n="572">τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.</l><l n="573">ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="574">ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,</l><l n="575">μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·</l><q><l n="576">Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος</l><l n="577">οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν</l><l n="578">ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.</l></q><l n="579">εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι</l><l n="580">ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.</l><l n="581">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,</l><l n="582">στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην</l><l n="583">χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,</l><l n="584">ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον</l><l n="585">ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.</l></q><milestone ed="p" n="586" unit="card"/><l n="586"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="587">ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι</l><l n="588">σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.</l><l n="589">οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·</l><l n="590">κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.</l><l n="591">τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς</l><l n="592">δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο</l><l n="593">μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι</l><l n="594">βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα</l><l n="595">ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.</l></q><l n="596"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς</l><l n="597">ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς</l><l n="598">ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση</l><l n="599">ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·</l><l n="600">ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="601">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="602">Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς</l><l n="603">χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων</l><l n="604">ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.</l><l n="605">δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.</l><l n="606">οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.</l><l n="607">ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας</l><l n="608">σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·</l><l n="609">τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον</l><l n="610">δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε</l><l n="611">ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l></q><l n="612"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ</l><l n="613">ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.</l><l n="614">Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα</l><l n="615">τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,</l><l n="616">ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς</l><l n="617">Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·</l><q><l n="618">τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω</l><l n="619">Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν</l><l n="620">ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον</l><l n="621">αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,</l><l n="622">οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι</l><l n="623">θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.</l><milestone ed="p" n="624" unit="card"/></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,</l><l n="625">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="626">ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·</l><l n="627">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες</l><l n="628">ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.</l><l n="629">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη</l><l n="630">ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ</l><l n="631">Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·</l><l n="632">ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν</l><l n="633">οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.</l><l n="634">πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,</l><l n="635">Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·</l><l n="636">Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,</l><l n="637">δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.</l><l n="638">οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε</l><l n="639">πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,</l><l n="640">οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.</l><l n="641">οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,</l><l n="642">ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.</l><l n="643">ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων</l><l n="644">ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ</l><l n="645">πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.</l><l n="646">ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.</l><l n="647">τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,</l><l n="648">ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,</l><l n="649">τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.</l><l n="650">σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.</l></q><l n="651"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν</l><l n="652">ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.</l><l n="653">αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·</l><l n="654">ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι</l><l n="655">ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·</l><l n="656">τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.</l></div></div></body></text></TEI>