<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="176">Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.</l></q><milestone ed="p" n="177" unit="card"/><l n="177"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="178">ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·</l><l n="179">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="180">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="181">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="182"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="183">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="184">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·</l><l n="185">ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.</l></q><l n="186"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="187">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="188"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.</l><l n="189">ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται</l><l n="190">ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·</l><l n="191">τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,</l><l n="192">ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·</l><l n="193">ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.</l><l n="194">ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων</l><l n="195">ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,</l><l n="196">εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,</l><l n="197">τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς</l><l n="198">πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.</l><l n="199">ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·</l><l n="200">οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·</l><l n="201">ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.</l><l n="202">πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,</l><l n="203">εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων</l><l n="204">ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;</l><l n="205">λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,</l><l n="206">οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,</l><l n="207">μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="208">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,</l><l n="209">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,</l><l n="210">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,</l><l n="211">τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,</l><l n="212">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,</l><l n="213">ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.</l><l n="214">Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,</l></div></div></body></text></TEI>