<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><l n="145">οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα</l><l n="146">τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,</l><l n="147">κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ</l><l n="148">δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.</l><l n="149">ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς</l><l n="150">γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·</l><l n="151">ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,</l><l n="152">ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.</l><l n="153">ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι</l><l n="154">καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα</l><l n="155">πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες</l><l n="156">τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.</l><l n="157">τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·</l><l n="158">πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων</l><l n="159">καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην</l><l n="160">ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,</l><l n="161">ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.</l><l n="162">ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι</l><l n="163">ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον</l><l n="164">ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·</l><l n="165">ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην</l><l n="166">καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·</l><l n="167">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="168">ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος</l><l n="169">ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ</l><l n="170">Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν</l><l n="171">Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε</l><l n="172">ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς</l><l n="173">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.</l><l n="174">ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε</l><l n="175">ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη</l><l n="176">Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.</l></q><milestone ed="p" n="177" unit="card"/><l n="177"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="178">ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·</l><l n="179">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="180">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="181">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="182"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="183">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="184">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·</l><l n="185">ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.</l></q><l n="186"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="187">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="188"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.</l><l n="189">ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται</l><l n="190">ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·</l><l n="191">τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,</l><l n="192">ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·</l><l n="193">ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.</l><l n="194">ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων</l><l n="195">ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,</l><l n="196">εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,</l><l n="197">τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς</l><l n="198">πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.</l><l n="199">ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·</l><l n="200">οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·</l></div></div></body></text></TEI>