οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο, κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν. τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων· πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος· ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο· τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες· ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.