<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="130">εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.</l><milestone ed="p" n="131" unit="card"/></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς</l><l n="132">ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ</l><l n="133">σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον</l><l n="134">δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ</l><l n="135">ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.</l><l n="136">Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="137">αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·</l><l n="138">Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="139">ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν</l><l n="140">ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,</l><l n="141">ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς</l><l n="142">ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·</l><l n="143">ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ</l><l n="144">τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.</l><l n="145">οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα</l><l n="146">τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,</l><l n="147">κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ</l><l n="148">δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.</l><l n="149">ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς</l><l n="150">γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·</l><l n="151">ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,</l><l n="152">ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.</l><l n="153">ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι</l><l n="154">καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα</l><l n="155">πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες</l><l n="156">τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.</l><l n="157">τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·</l><l n="158">πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων</l><l n="159">καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην</l><l n="160">ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,</l><l n="161">ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.</l><l n="162">ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι</l><l n="163">ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον</l><l n="164">ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·</l><l n="165">ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην</l><l n="166">καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·</l><l n="167">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="168">ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος</l><l n="169">ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ</l><l n="170">Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν</l><l n="171">Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε</l><l n="172">ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς</l><l n="173">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.</l><l n="174">ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε</l><l n="175">ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη</l><l n="176">Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.</l></q><milestone ed="p" n="177" unit="card"/><l n="177"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="178">ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·</l></q></div></div></body></text></TEI>