<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="22"><q><l n="126">οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης</l><l n="127">τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε</l><l n="128">παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.</l><l n="129">βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·</l><l n="130">εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.</l><milestone ed="p" n="131" unit="card"/></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς</l><l n="132">ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ</l><l n="133">σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον</l><l n="134">δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ</l><l n="135">ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.</l><l n="136">Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="137">αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·</l><l n="138">Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="139">ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν</l><l n="140">ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,</l><l n="141">ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς</l><l n="142">ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·</l><l n="143">ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ</l><l n="144">τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.</l><l n="145">οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα</l><l n="146">τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,</l><l n="147">κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ</l><l n="148">δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.</l><l n="149">ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς</l><l n="150">γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·</l><l n="151">ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,</l><l n="152">ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.</l><l n="153">ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι</l><l n="154">καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα</l><l n="155">πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες</l><l n="156">τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.</l><l n="157">τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·</l><l n="158">πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων</l><l n="159">καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην</l><l n="160">ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,</l><l n="161">ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.</l><l n="162">ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι</l><l n="163">ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον</l><l n="164">ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·</l><l n="165">ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην</l><l n="166">καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·</l><l n="167">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="168">ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος</l><l n="169">ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ</l><l n="170">Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν</l><l n="171">Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε</l><l n="172">ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς</l><l n="173">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.</l><l n="174">ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε</l><l n="175">ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη</l><l n="176">Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.</l></q><milestone ed="p" n="177" unit="card"/><l n="177"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="178">ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·</l><l n="179">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="180">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="181">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="182"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="183">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="184">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·</l><l n="185">ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.</l></q><l n="186"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="187">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="188"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.</l><l n="189">ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται</l><l n="190">ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·</l><l n="191">τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,</l><l n="192">ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·</l><l n="193">ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.</l><l n="194">ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων</l><l n="195">ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,</l><l n="196">εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,</l><l n="197">τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς</l><l n="198">πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.</l><l n="199">ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·</l><l n="200">οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·</l><l n="201">ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.</l><l n="202">πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,</l><l n="203">εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων</l><l n="204">ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;</l><l n="205">λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,</l><l n="206">οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,</l><l n="207">μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="208">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,</l><l n="209">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,</l><l n="210">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,</l><l n="211">τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,</l><l n="212">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,</l><l n="213">ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.</l><l n="214">Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="215">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="216">νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ</l><l n="217">οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας</l><l n="218">Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.</l><l n="219">οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,</l><l n="220">οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων</l><l n="221">προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="222">ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι</l><l n="223">οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.</l><milestone ed="p" n="224" unit="card"/></q><l n="224"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,</l><l n="225">στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.</l><l n="226">ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον</l><l n="227">Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="228">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="229">ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς</l><l n="230">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·</l><l n="231">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="232"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="233">Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα</l><l n="234">γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·</l><l n="235">νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,</l><l n="236">ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,</l><l n="237">τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.</l></q><l n="238"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="239">ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ</l><l n="240">λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,</l><l n="241">αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·</l><l n="242">ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.</l><l n="243">νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων</l><l n="244">ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς</l><l n="245">νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται</l><l n="246">νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·</l><l n="248">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l></div></div></body></text></TEI>