<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="6">τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη</l><l n="7">πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ</l><l n="8">ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,</l><l n="9">ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,</l><l n="10">ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ</l><l n="11">ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.</l><l n="12">ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται</l><l n="13">φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ</l><l n="14">ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·</l><l n="15">ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος</l><l n="16">πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ</l><l n="18">κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος</l><l n="19">φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,</l><l n="20">τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="21">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.</l><l n="22">ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι</l><l n="23">φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου</l><l n="24">δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·</l><l n="25">ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα</l><l n="26">πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,</l><l n="27">ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους</l><l n="28">ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·</l><l n="29">τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,</l><l n="30">δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,</l><l n="31">τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,</l><l n="32">δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="33">αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο</l><l n="35">ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς</l><l n="36">ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα</l><l n="37">ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ</l><l n="38">τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·</l><l n="39">τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.</l><l n="40">καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε</l><l n="41">νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·</l><l n="42">κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν</l><l n="43">Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·</l><l n="44">ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.</l><l n="45">ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν</l><l n="46">ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις</l><l n="47">χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε</l><l n="48">πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.</l><l n="49">τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="50">γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,</l><l n="51">ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς</l><l n="52">φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·</l><l n="53">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="54">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l></q></div></div></body></text></TEI>