<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="595">Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο</l><l n="596">δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,</l><l n="597">ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="598">ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.</l><l n="599">αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·</l><l n="600">αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς</l><l n="601">ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·</l><l n="602">εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο</l><l n="603">τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον</l><l n="604">τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων</l><l n="605">ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·</l><l n="606">τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ</l><l n="607">ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.</l><l n="608">οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς</l><l n="609">μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι</l><l n="610">ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο</l><l n="611">ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.</l></div><div type="textpart" subtype="Book" n="22"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ</l><l n="2">ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν</l><l n="3">κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="4">τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.</l><l n="5">Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν</l><l n="6">Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.</l><l n="7">αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="8">τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις</l><l n="9">αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με</l><l n="10">ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.</l><l n="11">ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,</l><l n="12">οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.</l><l n="13">οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.</l></q><l n="14"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="15">ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων</l><l n="16">ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ</l><l n="17">γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.</l><l n="18">νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας</l><l n="19">ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.</l><l n="20">ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.</l></q><l n="21"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,</l><l n="22">σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,</l><l n="23">ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·</l><l n="24">ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.</l><l n="25"><milestone ed="P" unit="para"/>τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι</l><l n="26">παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,</l><l n="27">ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ</l><l n="28">φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,</l><l n="29">ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.</l><l n="30">λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,</l><l n="31">καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·</l><l n="32">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="33">ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν</l><l n="34">ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει</l><l n="35">λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων</l><l n="36">ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·</l><l n="37">τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·</l><milestone ed="p" n="38" unit="card"/><q><l n="38"><milestone ed="P" unit="para"/>Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον</l><l n="39">οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς</l><l n="40">Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι</l><l n="41">σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο</l><l n="42">ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν</l><l n="43">κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·</l><l n="44">ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε</l><l n="45">κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.</l><l n="46">καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον</l><l n="47">οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,</l><l n="48">τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.</l><l n="49">ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα</l><l n="50">χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·</l><l n="51">πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.</l><l n="52">εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="53">ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·</l><l n="54">λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος</l><l n="55">ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.</l><l n="56">ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς</l><l n="57">Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς</l><l n="58">Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.</l><l n="59">πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον</l><l n="60">δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ</l><l n="61">αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα</l><l n="62">υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,</l><l n="63">καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα</l><l n="64">βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="65">ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.</l><l n="66">αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν</l><l n="67">ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ</l><l n="68">τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,</l><l n="69">οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,</l><l n="70">οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ</l><l n="71">κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν</l><l n="72">ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ</l><l n="73">κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·</l><l n="74">ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον</l><l n="75">αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,</l><l n="76">τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.</l></q><milestone ed="p" n="77" unit="card"/><l n="77"><milestone ed="P" unit="para"/>ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ</l><l n="78">τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.</l><l n="79">μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα</l><l n="80">κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·</l><l n="81">καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="82">Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον</l><l n="83">αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·</l><l n="84">τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα</l><l n="85">τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ</l><l n="86">σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε</l><l n="87">κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,</l><l n="88">οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν</l><l n="89">Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.</l></q><l n="90"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν</l><l n="91">πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,</l><l n="92">ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.</l><l n="93">ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι</l><l n="94">βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,</l><l n="95">σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·</l><l n="96">ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει</l><l n="97">πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·</l><l n="98">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="99">ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,</l></q></div></div></body></text></TEI>