<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><q><l n="588">Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις</l><l n="589">ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.</l></q><l n="590"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,</l><l n="591">καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.</l><l n="592">ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο</l><l n="593">σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε</l><l n="594">βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.</l><l n="595">Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο</l><l n="596">δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,</l><l n="597">ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="598">ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.</l><l n="599">αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·</l><l n="600">αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς</l><l n="601">ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·</l><l n="602">εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο</l><l n="603">τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον</l><l n="604">τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων</l><l n="605">ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·</l><l n="606">τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ</l><l n="607">ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.</l><l n="608">οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς</l><l n="609">μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι</l><l n="610">ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο</l><l n="611">ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.</l></div><div type="textpart" subtype="Book" n="22"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ</l><l n="2">ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν</l><l n="3">κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="4">τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.</l><l n="5">Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν</l><l n="6">Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.</l><l n="7">αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="8">τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις</l><l n="9">αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με</l><l n="10">ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.</l><l n="11">ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,</l><l n="12">οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.</l><l n="13">οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.</l></q><l n="14"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="15">ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων</l><l n="16">ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ</l><l n="17">γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.</l><l n="18">νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας</l><l n="19">ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.</l><l n="20">ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.</l></q><l n="21"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,</l><l n="22">σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,</l><l n="23">ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·</l><l n="24">ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.</l><l n="25"><milestone ed="P" unit="para"/>τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι</l><l n="26">παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,</l><l n="27">ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ</l><l n="28">φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,</l><l n="29">ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.</l><l n="30">λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,</l><l n="31">καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·</l><l n="32">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="33">ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν</l><l n="34">ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει</l><l n="35">λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων</l><l n="36">ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·</l><l n="37">τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·</l><milestone ed="p" n="38" unit="card"/><q><l n="38"><milestone ed="P" unit="para"/>Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον</l><l n="39">οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς</l><l n="40">Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι</l><l n="41">σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο</l><l n="42">ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν</l><l n="43">κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·</l><l n="44">ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε</l><l n="45">κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.</l><l n="46">καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον</l><l n="47">οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,</l><l n="48">τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.</l><l n="49">ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα</l><l n="50">χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·</l><l n="51">πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.</l><l n="52">εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="53">ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·</l><l n="54">λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος</l><l n="55">ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.</l><l n="56">ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς</l></q></div></div></body></text></TEI>