Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν· εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες. Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω. ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα. τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ, ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.